ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ -- "Ἐρώτ. ριαʹ. Πῶς καί τινες αἱρετικοὶ ποιοῦσι πολλάκις σημεῖα;

Ἀπόκ. Τοῦτο ἡμᾶς οὐκ ὀφείλει ξενίζειν. Ἠκούσαμεν γὰρ τοῦ Κυρίου λέγοντος· ὅτι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσι· «Κύριε, οὐκ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;» καὶ ἐρεῖ αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας». Πολλάκις γὰρ οὐχ ἡ πολιτεία τοῦ θαυματουργοῦντός ἐστιν ἡ τὴν ἴασιν ἐργαζομένη, ἀλλ᾿ ἡ πρὸς αὐτὸν πίστις τοῦ προσερχομένου ἀνθρώπου. Γέγραπται γάρ· «Ἡ πίστις σου σέσωκέ σε». Πλὴν δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις τινὲς κακόπιστοι καμάτους πολλοὺς δι' ἀσκήσεως τῷ Θεῷ προσήγαγον, καὶ τὴν ἀντιμισθίαν αὐτῶν ἔλαβον ἐν τῷ νῦν αἰῶνι ἐκ Θεοῦ, τὸ τῶν ἰαμάτων καὶ προρρήσεων χάρισμα· ἵνα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀκούσωσιν· Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν καὶ τοὺς καμάτους ὑμῶν· νῦν δὲ λοιπὸν οὐδὲν ὑμῖν κεχρεώστηται" (P. G. 28, 665).

Δεν υπάρχουν σχόλια: