Λόγος εἰς τὴν ὑπερένδοξον μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ μακαριωτάτου μοναχοῦ καὶ πρεσβυτέρου Ἰωάννου τοῦ Δαμασκηνοῦ

Δεῦτε, πανηγυρίσωμεν σήμερον, ὦ φιλόθεον σύστημα.
Δεῦτε, συνεορτάσωμεν σήμερον ταῖς φιλεόρτοις ἄνω δυνάμεσι·
ἥκασι γὰρ ἐνθάδε σὺν ἡμῖν ἑορτάσοντες.
Δεῦτε, ὡς ἐν κυμβάλοις εὐήχοις τοῖς χείλεσιν ἀλαλάξωμεν.
Δεῦτε, σκιρτήσωμεν πνεύματι.
Τίνι γὰρ ἑορτὴ καὶ πανήγυρις;
τίνι θυμηδία καὶ ἀγαλλίασις, ἀλλ' ἢ τοῖς φοβουμένοις τὸν Κύριον, τοῖς Τριάδι λατρεύουσι, τοῖς τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συναΐδιον σέβουσι, τοῖς ψυχῇ, καὶ ἐννοίᾳ, καὶ στόματι καθομολογοῦσι θεότητα ἐν τρισὶν ἀδιαιρέτως γνωριζομένην ταῖς ὑποστάσεσι, τοῖς εἰδόσι καὶ λέγουσι τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν μίαν ὑπόστασιν, ἐν δυσὶν ἀδιαιρέτοις καὶ ἀσυγχύτοις ταῖς φύσεσι γνωριζόμενον, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν;

Ἡμῖν εὐφροσύνη καὶ χαρὰ πᾶσα ἑόρτιος.
Ἡμῖν ὁ Χριστὸς τὰς ἑορτὰς ἐκτετέλεκεν·
οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσιν.
Ἀποθώμεθα λύπης ἁπάσης νέφος ἐπισκοτούσης ἡμῖν τὸν νοῦν, καὶ τοῦτον οὐκ ἐώσης πρὸς ὕψος ἐπαίρεσθαι.
Πάντων τῶν γηΐνων περιφρονήσωμεν·
οὐκ ἐν γῇ γὰρ ἡμῶν τὸ πολίτευμα.
Πρὸς οὐρανὸν τὸν νοῦν ἐναποτείνωμεν, ὅθεν καὶ Σωτῆρα Χριστὸν ἀπεκδεχόμεθα Κύριον.

Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος·
σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται.
Σήμερον παλαιᾶς καὶ νέας διαθήκης Δεσπότης γνωρίζεται Ἰησοῦς Χριστὸς, τὸ φίλον ἐμοὶ πρᾶγμα καὶ ὄνομα, τὸ γλυκύτατον ὄντως καὶ ποθεινότατον, καὶ πάσης γλυκύτητος ὑπερβαῖνον ἔννοιαν.
Σήμερον ὁ τῆς παλαιᾶς ἔξαρχος Μωσῆς, ὁ θεῖος νομοθέτης, ἐν ὄρει Θαβὼρ τῷ νομοδότῃ Χριστῷ δουλοπρεπῶς ὡς Δεσπότῃ παρίσταται, καὶ τούτου τὴν οἰκονομίαν αὐγάζεται, ἣν τυπικῶς πάλαι μεμυσταγώγητο·
τοῦτο γὰρ φαίην ἂν ἐγώ γε δηλοῦν Θεοῦ τὰ ὀπίσθια·
καὶ τρανῶς ὁρᾷ τὴν δόξαν τῆς θεότητος, σκεπασθεὶς ὑπὸ τὴν τῆς πέτρας ὀπὴν, ᾗ φησιν ἡ Γραφή·
Πέτρα δέ ἐστιν ὁ Χριστὸς, ὁ σαρκωθεὶς Θεὸς, Λόγος καὶ Κύριος, καθὰ Παῦλος ὁ θεῖος διαῤῥήδην ἡμᾶς ἐξεπαίδευσεν·
Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ὃς τῆς ἑαυτοῦ σαρκὸς ὥσπερ τινὰ σμικροτάτην ὀπὴν παρηνέῳξε, καὶ φωτὶ ἀπλέτῳ, καὶ πάσης στεῤῥοτέρῳ ὄψεως τοὺς παρόντας κατήστραψε.
Σήμερον ὁ τῆς νέας διαθήκης κορυφαιότατος, ὁ τὸν Χριστὸν Υἱὸν Θεοῦ ἀναγορεύσας τρανότατα, ἐν τῷ φάναι·
Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν τῆς παλαιᾶς ἔξαρχον τῷ τῶν ἀμφοτέρων νομοδότῃ ὁρᾷ παριστάμενον, καὶ διαπρυσίως φθεγγόμενον·
Οὗτός ἐστιν ὁ ὢν, ὃν ὡς ἐμὲ προφήτην ἀναστήσεσθαι προηγόρευσα·
ὡς ἐμὲ μὲν, ὡς ἄνθρωπον, καὶ τοῦ νέου λαοῦ ἔξαρχον·
ὑπὲρ ἐμὲ δὲ, καὶ ἐμοῦ, καὶ πάσης κυριεύοντα κτίσεως·
τὸν ἐμοί τε καὶ σοὶ τὰς διαθήκας ἄμφω, παλαιάν τε καὶ καινὴν, διαθέμενον.
Σήμερον τῷ παρθένῳ τῆς νέας, ὁ παρθένος τῆς παλαιᾶς, τὸν ἐκ παρθένου παρθένον εὐαγγελίζεται Κύριον.
Δεῦτε οὖν, Δαβὶδ τῷ προφήτῃ πειθόμενοι.
Ψάλλωμεν τῷ Θεῷ ἡμῶν, ψάλλωμεν τῷ βασιλεῖ ἡμῶν, ψάλλωμεν.
Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλωμεν συνετῶς·
ψάλλωμεν ἀγαλλιάσεως χείλεσι·
ψάλλωμεν συνέσει νοὸς, τῆς τῶν λόγων αἰσθανόμενοι γεύσεως.
Λάρυγξ μὲν τὰ σῖτα γεύεται, νοῦς δὲ λόγους διακρίνει, φησὶν ὁ σοφώτατος.
Ψάλλωμεν καὶ τῷ Πνεύματι τῷ ἐρευνῶντι τὰ πάντα, καὶ αὐτὰ τὰ βάθη τοῦ Θεοῦ τὰ ἀπόῤῥητα, ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τῷ τὰ πάντα φωτίζοντι Πνεύματι, φῶς ὁρῶντες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἀπρόσιτον.
Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν, δόξαν πηγάζον θεότητος.
Ὁ γὰρ Λόγος σὰρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ θείας ἐξειστήκει φύσεως.
Ὢ θαύματος πάντα νοῦν ὑπερβαίνοντος!
Οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ' ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ' ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος.
Πῶς τὰ ἄμικτα μίγνυται, καὶ μένει ἀσύγχυτα;
Πῶς συμβαίνει εἰς ἓν τὰ ἀσύμβατα, καὶ τῶν οἰκείων οὐκ ἐκβαίνει λόγων τῆς φύσεως;
Ἑνώσεως τοῦτο τὸ δράμα τῆς καθ' ὑπόστασιν.
Ἓν τὰ ἡνωμένα, καὶ μίαν ὑπόστασιν ἀπεργάζεται, ἐν ἀδιαιρέτῳ διαφορᾷ, καὶ ἀσυγχύτῳ ἑνώσει τῆς ἑνότητος φυλαττομένης τῆς ὑποστάσεως, καὶ τῆς δυάδος τηρουμένης τῶν φύσεων, διά τε τῆς τοῦ Λόγου ἀμεταβλήτου σαρκώσεως, καὶ τῆς ὑπὲρ νοῦν τῆς βροτείας σαρκὸς ἀτρέπτου θεώσεως.
Καὶ Θεοῦ μὲν τὰ ἀνθρώπινα γίνεται, ἀνθρώπου δὲ τὰ θεῖα, τῷ τρόπῳ τῆς ἀντιδόσεως, καὶ τῆς ἐν ἀλλήλοις ἀσυγχύτου περιχωρήσεως, καὶ τῆς καθ' ὑπόστασιν ἄκρας ἑνώσεως.
Εἷς γάρ ἐστιν, ὁ κἀκεῖνο ὢν ἀϊδίως, κἂν τοῦτο γενόμενος ὕστερον.
Σήμερον ἐξακούεται ἀνθρώπων ὠσὶ τὰ ἀνήκουστα.
Ὁ γὰρ ὁρώμενος ἄνθρωπος, Θεοῦ Υἱὸς, ὡς μονογενὴς ἠγαπημένος μαρτυρεῖται καὶ ὁμοούσιος.
Ἀψευδὴς ἡ μαρτυρία·
ἀληθὴς ἡ ἀνάῤῥησις·
αὐτὸς ὁ γεννήσας Πατὴρ ἐκφωνεῖ τὴν ἀνάῤῥησιν.
Παρέστω Δαβὶδ, καὶ τινασσέτω τὴν θεόφθογγον λύραν τοῦ Πνεύματος, καὶ τρανότερον νῦν μελῳδείτω καὶ ἐκτυπώτερον ῥῆσιν, ἣν πάλαι προβλεπτικοῖς πόῤῥω ἀνέκαθεν, καὶ καθαροῖς προορώμενος ὄμμασι τοῦ Θεοῦ Λόγου τὴν πρὸς ἡμᾶς ἔνσαρκον ἔλευσιν, ὡς ἐσομένην προεφήτευσεν·
Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται.
Ἑρμὼν μὲν τὸ πρότερον, τὸ τῆς υἱότητος ὄνομα τρανῶς τῷ Χριστῷ ὑπὸ Πατρὸς μαρτυρούμενον ἀκοῦσαν, ἠγαλλιάσατο, ὅταν ἄρτι πρὸς Ἰορδάνην ὡς παλαιᾶς καὶ νέας μεσίτης ὁ πρόδρομος βαπτίζειν ἐξεπορεύετο, τὸ κρυπτόμενον ἐν τῇ ἐρήμῳ κειμήλιον ὡς ἐν σκότει τῷ κόσμῳ φαῖνον, τὸ φῶς τὸ ἀπρόσιτον, καὶ λανθάνον τοὺς μυωπάζοντας, δημοσιεύειν ἀποστελλόμενον,
ὅτε ἐν μέσῳ τῷ Ἰορδάνῃ τὸ ὕδωρ τῆς ἀφέσεως ἵστατο καθαῖρον τὸν κόσμον, οὐκ αὐτὸ καθαιρόμενον·
ὅτε μὲν φωνῇ Πατρὸς οὐρανόθεν βροντώσῃ, Υἱὸς ἀγαπητὸς μαρτυρεῖται ὁ βαπτιζόμενος·
περιστερὰ δὲ ὥσπερ, τῷ Πνεύματι δακτυλοδεικτεῖται ὁ μαρτυρούμενος.
Νῦν δὲ Θαβὼρ ἀγαλλιᾶται καὶ γήθεται, τὸ θεῖον ὄρος καὶ ἅγιον, τὸ ὑψηλὸν, οὐχ ἧττον τῇ δόξῃ τε καὶ λαμπρότητι, ἢ τῷ ἀερίῳ μετεωρίσματι νῦν ἐπαξίως εὐφραίνεται.
Οὐρανῷ γὰρ ἁμιλλᾶται τῇ χάριτι.
Ὧ γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα μὴ σθένουσιν, ἐν τούτῳ ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς αὐτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα·
ἐν τούτῳ νεκρῶν πιστοῦται ἀνάστασις, καὶ νεκρῶν, καὶ ζώντων ἀναδείκνυται Κύριος, ἐκ νεκρῶν μὲν τὸν Μωϋσῆν προηκάμενος, ζῶντα δὲ τὸν Ἠλίαν προσαγόμενος μάρτυρα, τὸν πάλαι ἐκ γῆς ἁρματηλάτην πυρίπνοον πρὸς αἰθέριον τρίβον διφρηλατήσαντα.
Ἐν τούτῳ καὶ νῦν προφητῶν οἱ ἔξαρχοι προφητεύουσι, διὰ σταυροῦ τὴν ἔξοδον τοῦ Δεσπότου μηνύοντες.
Ὅθεν σκιρτᾷ, καὶ ἀγάλλεται, καὶ ἀρνῶν μιμεῖται τὰ ἅλματα, μαρτυρίαν τὴν αὐτὴν τῆς υἱότητος ἐκ τῆς νεφέλης, τοῦ Πνεύματος, τὴν ζωοδότην Χριστὸν ἀκουτισθὲν ὑπὸ τοῦ Πατρὸς μαρτυρούμενον.
Τοῦτο γάρ ἐστιν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἐφ' ᾧ Θαβὼρ καὶ Ἑρμὼν ἀγάλλεται.
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῦτο πάσης τῆς κτίσεως ἀγαλλίαμα·
τοῦτο γέρας ἀνθρώποις, καὶ ἀναφαίρετον καύχημα.
Ἄνθρωπος γὰρ, εἰ καὶ μὴ ψιλὸς, ὑπάρχει ὁ μαρτυρούμενος.
Ὢ τῆς ὑπὲρ νοῦν ἡμῖν δωρηθείσης ἀγαλλιάσεως!
ὢ τῆς ὑπὲρ ἐλπίδα μακαριότητος!
ὢ δωρημάτων Θεοῦ νικώντων τὴν ἔφεσιν!
ὢ χαρισμάτων οὐχ ὑπεικόντων μέτροις τῆς αἰτήσεως!
ὢ δοτῆρος ἀφθόνου καὶ ὑπερφυοῦς, ὑπερφυᾶ κεκτημένου μεγαλοπρέπειαν!
ὢ δωρεᾶς ἀξίας, οὐ τοῦ λαμβάνοντος, τοῦ διδόντος δὲ μάλιστα!
ὢ ξένων συναλλαγμάτων!
ὢ διδόντος δύναμιν, καὶ δεχομένου ἀσθένειαν!
ὢ δεικνύντος ἄνθρωπον ἄναρχον, ἐν τῷ τὸν ἄναρχον σωματικῶς κτιζόμενον ἄρχεσθαι!
Εἰ γὰρ θεοῦται μὲν ἄνθρωπος ἐν τῷ Θεὸν ἀνθρωπίζεσθαι, αὐτὸς δὲ ὁ εἷς Θεός τε καὶ ἄνθρωπος δείκνυται·
ἄρα ὁ αὐτὸς, ἄνθρωπος ὢν, ἄναρχός ἐστι τῇ θεότητι, καὶ Θεὸς ὢν, τῇ ἀνθρωπότητι ἄρχεται.
Πάλαι μὲν οὖν ἐν ὄρει Σινᾷ καπνὸς, καὶ θύελλα, καὶ γνόφος, καὶ πῦρ δειματοῦν τὴν ἄκραν ἐκείνην ἐκάλυπτε συγκατάβασιν, ἀπρόσιτον τὸν νομοδότην κηρύττοντα, καὶ σκιωδῶς παραδεικνύντα αὐτοῦ τὰ ὀπίσθια, καὶ ἐκ τῶν οἰκείων κτισμάτων τὸν ἀριστοτέχνην δημοσιεύοντα.
Νῦν δὲ πάντα φωτὸς καὶ αἴγλης πεπλήρωται.
Αὐτὸς γὰρ ὁ τοῦ παντὸς τεχνίτης καὶ Κύριος ἐκ κόλπων πατρικῶν παραγέγονεν, οὐ μεταβὰς τῆς οἰκείας ἱδρύσεως, ἤτοι τῆς ἐν κόλποις τοῖς πατρικοῖς ἐνιζήσεως, συγκαταβὰς δὲ τοῖς δούλοις, καὶ δούλου μορφὴν μορφωσάμενος, καὶ φύσει, καὶ σχήματι γενόμενος ἄνθρωπος, ὡς ἂν χωρηθείη Θεὸς ἀνθρώποις ἀχώρητος, δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ δεικνὺς τῆς θείας φύσεως τὴν λαμπρότητα.
Τὸ πρὶν μὲν γὰρ ἐν ἑνώσει τῆς οἰκείας χάριτος Θεὸν καθίστησι τὸν ἄνθρωπον, ὅτε νέῳ ἐκ χοὸς πλαττομένῳ πνεῦμα ζωῆς ἐνεφύσησε, καὶ τοῦ κρείττονος μεταδέδωκε, καὶ εἰκόνι οἰκείᾳ καὶ ὁμοιώσει τετίμηκε, καὶ τῆς Ἐδὲμ πολίτην εἰργάσατο, καὶ ἀγγέλων ἐποίησε σύντροφον·
ἀλλ' ἐπεὶ τῆς θείας εἰκόνος τὴν ὁμοιότητα τῇ τῶν παθῶν ἰλύϊ ἐζοφώσαμέν τε καὶ συνεχέαμεν, δευτέραν κοινωνίαν ὁ συμπαθὴς ἡμῖν κεκοινώνηκε, πολὺ τῆς προτέρας ἀσφαλεστέραν τε καὶ παραδοξοτέραν.
Αὐτὸς γὰρ ἐν ὑπεροχῇ μένων τῆς οἰκείας θεότητος, μεταλαμβάνει τοῦ χείρονος, ἐν αὐτῷ θεουργῶν τὸ ἀνθρώπινον, καὶ τῇ εἰκόνι τὸ ἀρχέτυπον μίγνυται, καὶ τὸ οἰκεῖον κάλλος ἐν ταύτῃ παραδείκνυσι σήμερον.
Καὶ λάμπει μὲν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·
φωτὶ γὰρ ἀΰλῳ ταυτίζεται καθ' ὑπόστασιν, κἀντεῦθεν δικαιοσύνης γεγένηται ἥλιος·
ὡς δὲ χιὼν λευκαίνεται τὰ ἱμάτια·
περιβολῇ γὰρ, οὐχ ἑνώσει δεδόξασται, σχέσει δὲ, καὶ οὐκέτι καθ' ὑπόστασιν.
Νεφέλη δὲ φωτὸς ἐπεσκίασε, τὸ σέλας ζωγραφοῦσα τοῦ Πνεύματος.
Ὧδε γάρ πως ὁ θεῖος ἔφη Ἀπόστολος, τοῦ μὲν ὕδατος εἰκόνα φέρειν τὴν θάλασσαν, τὴν δὲ νεφέλην τοῦ Πνεύματος.
Πάντα δὲ φωτεινὰ καὶ ὑπέρλαμπρα τοῖς δεκτικοῖς φωτὸς, καὶ μὴ τὴν ψυχὴν τῷ ῥύπῳ μεμολυσμένοις τῆς συνειδήσεως.
Δεῦτε τοίνυν, καὶ ἡμεῖς τῶν μαθητῶν ζηλώσωμεν τὸ ὑπήκοον, καὶ καλοῦντι Χριστῷ προθύμως ἑψώμεθα, καὶ τῶν παθῶν τὸν ὄχλον ἐκτιναξώμεθα, καὶ Θεοῦ ζῶντος Υἱὸν ἀνεπαισχύντως ὁμολογήσωμεν, καὶ τῆς ἐπαγγελίας γεγονότες ἐπάξιοι, πρὸς τὸ ὄρος τῶν ἀρετῶν τὴν ἀγάπην ἀναφοιτήσωμεν, καὶ θεαταὶ τῆς δόξης, καὶ ἀκουσταὶ τῶν ἀποῤῥήτων γενώμεθα.
Ὄντως γὰρ μακάριοι, ὡς ὁ Κύριος ἔφησεν, οἱ τῶν ὁρώντων ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν, ἃ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον τῆς ἐφέσεως.
Δεῦτε οὖν, τῶν θείων λογίων τὰς ῥήσεις ὡς ἐνὸν ἀναπτύξαντες παραθήσωμεν τράπεζαν τοῖς καλοῖς δαιτυμόσιν ἡμῖν, καὶ πρὸς τὰ θεῖα τὴν ἅπασαν ἀνατείνουσιν ὄρεξιν.
Παραθήσωμεν τράπεζαν τῇ ἐφέσει κατάλληλον.
Παραθήσωμεν τράπεζαν θείων λογίων τῇ τοῦ Πνεύματος κεκαρυκευμένην χάριτι, οὐ σοφίᾳ λόγων Ἑλληνικῶν ἐναβρυνομένην·
ἐπεὶ μηδὲ λίαν τῆς τούτων μεμυήμεθα γνώσεως, ἀλλὰ τοῦ διδόντος γλῶσσαν τοῖς μογιλάλοις τρανὴν εἰς τὸ φθέγγεσθαι ἐπερειδομένην τῇ χάριτι.
Ἐν Καισαρείᾳ Φιλίππου (Πανεὰς αὕτη, ἥ ποτε ἐν πόλεσι ὑπερώνυμος, ἣ Φιλίππου Καίσαρος πόλις ὠνόμαστο·
καὶ Δὰν ἐν τῇ Γραφῇ λεγομένη τῇ θείᾳ·
Ἠρίθμησε γὰρ, φησὶν, ὁ Δαβὶδ τὸν λαὸν ἀπὸ Δὰν ἕως Βηρσαβέε·
ἐν ταύτῃ σὺν τοῖς δούλοις ὁ Δεσπότης γενόμενος, τῆς αἱμόῤῥου τῶν αἱμάτων τὴν κρήνην ἐξήρανεν), ἐν ταύτῃ τὴν πρώτην τῶν οἰκείων μαθητῶν συναγείρας σύνοδον, καὶ ἐπί τινος πέτρας τὴν καθέδραν ἡ πέτρα τῆς ζωῆς σχεδιάσασα, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων·
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;
Οὐκ ἀγνοῶν τῶν ἀνθρώπων τὴν ἄγνοιαν, ὁ πάντα εἰδὼς, ἐπερώτησε, ἀλλὰ ταύτην τῷ τῆς γνώσεως φωτὶ διαλύσαι βουλόμενος, ὥσπερ τινὰ ζόφον τοῖς νοεροῖς ὀφθαλμοῖς ἐπικείμενον.
Οἱ δὲ, τοὺς μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλους δὲ Ἠλίαν, ἑτέρους δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν καταγγέλλειν ἔφασαν.
Ἐπειδὴ γὰρ ἑώρων τὴν τοσαύτην τῶν θαυμάτων ἄβυσσον, ὡς εἷς εἴη τῶν πάλαι προφητῶν ὑπετόπαζον, ἐκ νεκρῶν ἐγηγερμένος, ἐντεῦθέν τε τῆς τοιαύτης ἠξίωτο χάριτος.
Καὶ τοῦτο δῆλον·
Ἤκουσε γὰρ, φησὶν, Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ·
Οὗτος Ἰωάννης ὁ Βαπτιστής·
αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
Ταύτην τὴν ὑποψίαν διαλύσαι πειρώμενος, καὶ τὴν ἀληθῆ ὁμολογίαν, οἷόν τι δῶρον, δῶρον ἁπάντων ὑπερφερέστατον, τοῖς ἀγνοοῦσι χαρίσασθαι, τί δρᾷ, ᾧ πάντα δυνατὰ ἐν τῇ χειρὶ αὐτοῦ;
Ὡς μὲν ἄνθρωπος τὴν πεῦσιν προβάλλεται·
ὡς δὲ Θεὸς λαθραίως σοφίζει τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ἀκολουθήσαντα, ὃν τῇ οἰκείᾳ προγνώσει προώρισε τῆς Ἐκκλησίας ἐπάξιον πρόεδρον.
Τούτῳ ὡς Θεὸς ἐμπνεῖ, καὶ δι' αὐτοῦ φθέγγεται.
Τίς δὲ ἡ πεῦσις;
Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
Ὁ δὲ Πέτρος ἐμπύρῳ τῷ ζήλῳ καιόμενος, καὶ τῷ ἁγίῳ θεοφορούμενος Πνεύματι·
Σὺ εἶ ὁ Χριστὸς, ἔφησεν, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
Ὢ μακαρίου στόματος!
ὢ πανολβίων χειλέων!
ὢ θεοφόρου νοῦ, ἀξίου τῆς θείας μυήσεως!
ὢ ὀργάνων, δι' ὧν Πατὴρ ἀπεφθέγγετο!
Μακάριος ὄντως εἶ σὺ, Σίμων, υἱὲ Ἰωνᾶ (τοῦτο γὰρ ὁ ἀψευδὴς ἀπεφήνατο), ὅτι οὐ σὰρξ, οὐχ αἷμα, οὐκ ἀνθρωπίνη διάνοια, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος ταύτην θείαν τε καὶ ἀπόῤῥητον θεολογίαν σοι ἀπεκάλυψεν.
Οὐδεὶς γὰρ τὸν Υἱὸν ἐπιγινώσκει, εἰ μὴ ὁ ὑπ' αὐτοῦ γινωσκόμενος μόνος, ὁ γεννήσας Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐπιστάμενον.
Αὕτη ἡ πίστις ἡ ἀκλινὴς καὶ ἀκλόνητος, ἐφ' ἣν ὡς πέτραν ἡ Ἐκκλησία ἐστήρικται, ἧς ἐπαξίως ἐπώνυμος γέγονας.
Ταύτης ᾄδου πύλαι, αἱρετικῶν στόματα, δαιμόνων ὄργανα, καταδραμοῦνται μὲν, ἀλλ' οὐ κατισχύσουσι·
καθοπλίσονται, ἀλλ' οὐκ ἐκπορθήσουσι.
Βέλος νηπίων αἱ πληγαὶ αὐτῶν γεγόνασί τε καὶ ἔσονται.
Ἀσθενήσουσιν αὐτῶν αἱ γλῶσσαι, καὶ ἐπ' αὐτοὺς ἔσονται.
Καθ' ἑαυτοῦ γὰρ τεύχει κακὰ ὁ τῇ ἀληθείᾳ ἀντικαθιστάμενος.
Ταύτην Αὐτὸς μὲν οἰκείῳ ἐκτήσατο αἵματι, σοὶ δὲ ὡς πιστοτάτῳ ἐγχειρίζει θεράποντι.
Ταύτην ἀκλόνητον, καὶ ἀκύμαντον σαῖς λιταῖς διαφύλαξον·
ὅτι μὲν γὰρ οὐ περιτραπήσεται πώποτε, οὐ σεισθήσεται, οὐ πορθηθήσεται, ἀσφαλὴς ἡ πεποίθησις.
Χριστὸς ἔφη, δι' οὗ οὐρανὸς ἐστερέωται γῆ δὲ ἥδρασται, καὶ μένει ἀκράδαντος.
Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἔφη τὸ Πνεῦμα τὸ ἅγιον.
Ἀλλ' αἰτοῦμεν πραϋνθῆναι τὸν κλυδῶνα, καταθραυσθῆναι τὸν τάραχον, καὶ εἰρήνην γαληνιαῖαν βραβευθῆναι ἡμῖν καὶ ἀκύματον.
Τοῦτο Χριστὸν καθικέτευσον, τὸν ταύτης νυμφίον τὸν ἄχραντον, τὸν σὲ κλειδοῦχον τῆς βασιλείας τῶν οὐρανῶν χειροτονήσαντα, τὸν τὸ δεσμεῖν καὶ λύειν εὐθύνας σοι χαρισάμενον, ὃν θεηγόρῳ στόματι, ζῶντος Θεοῦ Υἱὸν ἀψευδῶς ἀνεκήρυξας.
Ὢ θείων καὶ ἀποῤῥήτων πραγμάτων!
Αὐτὸς ἑαυτὸν ἀνθρώπου Υἱὸν ἀνηγόρευσε, καὶ Θεοῦ Υἱὸν ὁ Πέτρος, ὁ ἐν τούτῳ δὲ λαλῶν μᾶλλον ἐκήρυξε.
Θεὸς γάρ ἐστιν ὄντως καὶ ἄνθρωπος, οὐ Πέτρου, οὐ Παύλου, οὐ Ἰωσὴφ, οὐδέ τινος πατρὸς υἱὸς ἐχρημάτισεν, ἀλλ' ἀνθρώπου·
οὐ γὰρ ἔσχε πατέρα ἐπὶ τῆς γῆς, ὁ μὴ ἐσχηκὼς μητέρα ἐν οὐρανοῖς.
Ἔργῳ τοίνυν πιστωθῆναι τὸν λόγον βουλόμενος, καὶ εἰδὼς ὃ μέλλει δρᾷν, ἡ παντουργὸς τοῦ Θεοῦ σοφία καὶ δύναμις, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς γνώσεως ἀπόκρυφοι.
Εἰσί τινες, ἔλεγε, τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Εἰ μὲν οὖν, ὡς ἐφ' ἑνὸς ἔφησεν.
Ἔστι τις τῶν ὧδε ἑστώτων, ταυτὸ μηνύειν ὑπετοπήσαμεν, τῷ, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρημένῳ, ὡς θανάτου ἄγευστον διαμένειν, μέχρι τῆς Χριστοῦ παρουσίας·
οὕτω γὰρ ἤδη τινὲς ἐκεῖνο τῶν λίαν σοφῶν ἐξελάβοντο.
Ἀλλ' ἐπεὶ πλείονας ὁ λόγος τοὺς ὀψομένους ἐμήνυσεν, οὐ μὴν ἀλλὰ καὶ τὸ ἔργον ἐπηκολούθησεν, οὐ δώσει χώραν τοῖς βουλομένοις ὧδε νοεῖν τοῦ λόγου τὴν ἔκδοσιν.
Εἰσὶ τοίνυν τινὲς τῶν ὧδε ἑστώτων, φησί·
τίνος ἕνεκεν, τινὲς, καὶ οὐχ ἅπαντες;
ἐπὶ τὴν θέαν ταύτην ἐκλήθησαν;
Οὐ πάντες μαθηταὶ καὶ ἀπόστολοι;
οὐχὶ πάντες κληθέντες ὁμοίως ἐπηκολούθησαν;
οὐ πάντες τοῦ ἴσου χαρίσματος τῶν ἰάσεων ἔτυχον;
καὶ πῶς οὐ πάντες καὶ ταύτης τῆς ὑπὲρ θέαν κατηξιώθησαν ὄψεως;
Οὐχ ὁ Δεσπότης ἀπροσωπόληπτος;
Πάντες μὲν μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ νόσῳ τῆς φιλαργυρίας τυφλώττοντες.
Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ λήμῃ τῆς βασκανίας τὸ ὀξυδερκὲς ἀφῃρημένοι τοῦ ὄμματος.
Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες προδόται.
Πάντες ἀπόστολοι, ἀλλ' οὐ πάντες δι' ἀπογνώσεως βρόχῳ περιπειρόμενοι, καὶ κακῷ τὸ κακὸν διορθούμενοι.
Πάντες φιλόχριστοι, εἷς δὲ φιλάργυρος·
Ἰούδας οὗτος ὁ Ἰσκαριώτης, εἷς μόνος οὐκ ἄξιος ἦν τῆς θέας τῆς θεότητος.
Ἀρθήτω γὰρ, φησὶν, ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Μόνος μὲν οὖν τῶν λοιπῶν ἀφιέμενος, ὅ τε φθονερός τε καὶ βάσκανος, εἰς πλείονα μανίαν ἐξεπυρεύετο.
Ἔδει δὲ πάντας τῆς δόξης ἐπόπτας γενέσθαι, τοὺς θεατὰς τῶν παθημάτων ἐσομένους εἰς ὕστερον.
Ἐντεῦθεν τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος·
τρεῖς δὲ τὸν ἀριθμὸν, τῆς Τριάδος τὸ σεπτὸν ὑπεμφαίνων μυστήριον·
καὶ ἐπὶ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται.
Οὕτως ἀποκλείει μὲν τῷ προδότῃ τὰ τῆς προδοσίας ἐγκλήματα.
Ἀποκαλύπτει δὲ τοῖς ἀποστόλοις τὴν οἰκείαν θεότητα.
Τὸν γὰρ Ἀνδρέαν ὁρῶν σὺν τοῖς λοιποῖς οὗτος κάτω μείναντα, οὐκ εἶχεν εἰπεῖν ἀπολογίας προσχήματι, τῷ μὴ τυχεῖν τῆς θέας, πρὸς τὴν ἀπεμπολὴν τοῦ Δεσπότου ἐνάγεσθαι.
Τούτου χάριν Ἀνδρέας κάτω μεμένηκε, καὶ πᾶς ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τῷ τόπῳ μὲν σωματικῶς διιστάμενοι, τῷ δεσμῷ δὲ τῆς ἀγάπης ἑνούμενοι, κάτω μὲν τῷ σώματι διατρίβοντες, ἄνω δὲ τῷ πόθῳ τῷ διδασκάλῳ ἑπόμενοι, καὶ τοῖς τῆς ψυχῆς κινήμασι.
Καὶ μεθ' ἡμέρας μὲν ἓξ, Ματθαῖος καὶ Μάρκος οἱ θεῖοι εὐαγγελισταὶ γράφουσι·
Λουκᾶς δὲ δὴ ὁ σοφώτατος·
Ἐγένετο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ.
Κυρίως καὶ ἀληθῶς ὀκτὼ, καὶ ἓξ ἡμέραι πρὸς τῶν τῆς ἀληθείας κηρύκων ἀναγορεύονται.
Οὐ διαφωνία γὰρ τὸ λεγόμενον, συμφωνία δὲ τοῦ αὐτοῦ ἐκφερομένη πνεύματος.
Οὐ γὰρ αὐτοί εἰσιν οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς.
Ὅταν γὰρ ἔλθῃ, φησὶν, ὁ Παράκλητος, αὐτὸς διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα.
Οἱ μὲν οὖν, μεθ' ἡμέρας ἓξ, φήσαντες, τὰς ἄκρας ὑπεξελόμενοι, τὴν πρώτην λέγω καὶ τελευταῖαν, τὰς μέσας ἠρίθμησαν·
ὁ δὲ ἡμέρας ἀριθμῶν ὀκτὼ, ταύτας κἀκείνας ἀριθμίους πεποίηκεν.
Οὕτως γὰρ κἀκείνως ἀριθμεῖν τοῖς ἀνθρώποις εἴθισται.
Καὶ ἓξ μὲν ὡς πρῶτος καὶ τέλειος ἀριθμὸς παραλαμβάνεται.
Ἐκ γὰρ τῶν οἰκείων μερῶν οὗτος ἀπαρτίζεται.
Τούτου γὰρ τρία τὸ ἥμισυ, δύο τὸ τρίτον, καὶ τὸ ἕκτον ἓν, ἃ συναγόμενα, τέλειον αὐτὸν συμπεραίνουσιν.
Ἐντεῦθεν τὸν ἓξ ἀριθμὸν, οἱ περὶ ταῦτα δεινοὶ, τέλειον κατωνόμασαν.
Ἀλλὰ καὶ ἐν ἓξ ἡμέραις τῶν ὁρωμένων ἁπάντων τὸ σύστημα λόγῳ Θεὸς κατειργάσατο.
Τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύσαντας, τὴν πάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον.
Γίνεσθε γὰρ, φησὶ, τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
Ὀκτὼ δέ·
καὶ γὰρ αἰῶνος φέρει τύπον τοῦ μέλλοντος.
Ἑπτὰ γὰρ αἰῶσιν ὁ παρὼν συμπεραίνεται βίος.
Ὀγδόῃ δὲ, ἡ μέλλουσα βιοτὴ ἀνηγόρευται, ὡς ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἔφησε, τὸ Σολομώντειον ῥητὸν ἐξηγούμενος, δοῦναι μερίδα τοῖς ἑπτὰ, τῷ παρόντι βίῳ φάσκων, καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι.
Ἔδει δὲ ἐν τῇ ὀγδόῃ τὰ τῆς ὀγδόης τοῖς τελείοις ἀποκαλύπτεσθαι.
Ὡς γὰρ ὁ θεῖος ὄντως καὶ θεηγόρος Διονύσιος ἔλεξεν, οὕτως ὁ Δεσπότης ὀφθήσεται τοῖς τελείοις θεράπουσιν αὐτοῦ, ὃν τρόπον ἐν τῷ ὄρει Θαβὼρ τοῖς ἀποστόλοις τεθέαται ἔχεις τῶν ἡμερῶν τὴν ἀρίθμησιν.
Ἀλλὰ τί Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην παρείληφε;
Πέτρον, τὴν μαρτυρίαν, ἣν ἀληθῶς μεμαρτύρηκεν, ἐκ Πατρὸς μεμαρτυρημένην δεικνύναι βουλόμενος, πιστούμενός τε τὴν οἰκείαν ἀπόφασιν, ὡς ὁ Πατὴρ ὁ οὐράνιος ταύτην αὐτῷ τὴν μαρτυρίαν ἀπεκάλυψε, καὶ ὡς πρόεδρον, καὶ πάσης τῆς Ἐκκλησίας δεξόμενον τὰ πηδάλια·
Ἰάκωβον, ὡς πρὸ πάντων τῶν μαθητῶν ὑπὲρ Χριστοῦ τεθνηξόμενον, καὶ αὐτοῦ πιόμενον τὸ ποτήριον, καὶ τὸ ὑπὲρ αὐτοῦ βαπτισθησόμενον βάπτισμα.
Ἰωάννην, ὡς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ Θεοῦ Υἱοῦ θεασάμενος, τὸ,
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, βροντήσειεν·
ὅθεν καὶ βροντῆς υἱὸς προηγόρευται.
Τί δὲ εἰς ὄρος ὑψηλὸν ἀνάγει τοὺς μαθητάς·
Ὄρη τροπικῶς τὰς ἀρετὰς ἡ θεία κατονομάζει Γραφή.
Πασῶν δὲ τῶν ἀρετῶν κολοφῶν καὶ ἀκρόπολις ἡ ἀγάπη καθέστηκεν.
Ἐν ταύτῃ γὰρ ἡ τελειότης ὁρίζεται.
Εἰ γάρ τις ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῇ καὶ τῶν ἀγγέλων·
κἂν ἔχῃ πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ πάσαν τὴν γνῶσιν, καὶ εἴδῃ πάντα τὰ μυστήρια, καὶ παραδῷ τὸ σῶμα ἵνα καυθήσηται, ἀγάπην δὲ μὴ ἔχῃ, χαλκὸς ἠχῶν γέγονεν, ἢ κύμβαλον ἀλαλάζον ἄναρθρα, καὶ εἰς οὐδὲν λογισθήσεται.
Δεῖ τοίνυν τὰ τοῦ χοὸς τῷ χοῒ καταλιπόντας καὶ ὑπεραναβεβηκότας τὸ σῶμα τῆς ταπεινώσεως, καὶ πρὸς τὴν ὑψηλοτάτην καὶ θείαν τῆς ἀγάπης ἀναχθέντας περιοπὴν, οὕτω θεωρεῖν τὰ ἀθέατα.
Ὁ γὰρ ἐν τῷ ἄκρῳ τῆς ἀγάπης γενόμενος, τρόπον τινὰ ἑαυτοῦ ἐξιστάμενος, κατανοεῖ τὸν ἀόρατον, καὶ τὸν ἐπιπροσθοῦντα ζόφον τοῦ σωματικοῦ νέφους ὑπεριπτάμενος, καὶ ἐν τῇ τῆς ψυχῆς αἰθρίᾳ γενόμενος, ἐνατενίζει τῷ ἡλίῳ τῆς δικαιοσύνης τρανότερον, εἰ καὶ μὴ πάντη τῆς θέας ἐμφορηθῆναι δεδύνηται.
Κατ' ἰδίαν καὶ προσεύξασθαι.
Μήτηρ γὰρ τῆς προσευχῆς ἡ ἡσυχία, προσευχὴ δὲ, θείας δόξης ἐμφάνεια.
Ὅτε γὰρ τὰς αἰσθήσεις μύσωμεν, καὶ ἑαυτοῖς καὶ Θεῷ συγγενώμεθα, καὶ τῆς ἔξωθεν τῆς τοῦ κόσμου περιφορὰς ἐλευθερωθέντες, ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα.
Ἡ βασιλεία γὰρ τῶν οὐρανῶν, ἥ τίς ἐστι τοῦ Θεοῦ βασιλεία, ἐντὸς ὑμῶν ἐστιν, Ἰησοῦς ὁ Θεὸς ἡμῶν ἀπεφθέγξατο.
Ἄλλως μὲν οὖν οἱ δοῦλοι, καὶ ἑτέρως ὁ Δεσπότης προσηύχετο.
Δοῦλοι μὲν γὰρ φόβῳ καὶ πόθῳ δι' αἰτήσεως τῷ Δεσπότῃ προσίασι, καὶ τῆς πρὸς Θεὸν ἐκδημίας τε καὶ ἑνώσεως ἡ προσευχὴ τῷ νῷ γίνεται πρόξενος, τρέφουσα τοῦτον δι' ἑαυτῆς καὶ ῥωννύουσα.
Ὁ δέ γε καθ' ὑπόστασιν ἡνωμένος τῷ Θεῷ Λόγῳ ἅγιος νοῦς, πῶς προσεύξεται;
πῶς δὲ Δεσπότης παραστήσεται δεόμενος;
Ἢ δῆλον, ὡς τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον, καὶ παιδαγωγῶν ἡμᾶς, καὶ ὁδοποιῶν πρὸς τὴν διὰ προσευχῆς πρὸς Θεὸν ἀνάβασιν, καὶ διδάσκων, ὡς τῆς θείας δόξης ἡ προσευχὴ καθίσταται πρόξενος, καὶ δεικνὺς ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τιμῶν τὸν γεννήτορα, καὶ παραχωρῶν τῇ σαρκὶ διὰ τῆς οἰκείας ἰέναι φύσεως, ἵνα δι' ἑαυτῆς καὶ νευρωθῇ, καὶ παιδευθῇ, καὶ ἐν μυήσει καὶ ἕξει τῶν κρειττόνων γένηται.
Οὐ μὴν ἀλλὰ καὶ δελεάζων τὸν τύραννον ἐπιμελῶς τηροῦντα, εἰ Θεὸς εἴη.
Τοῦτο γὰρ ἡ τῶν θαυμάτων ἐκήρυττε δύναμις.
Διὰ τοῦτο πανταχοῦ τοῖς θείοις τὰ ἀνθρώπινα μίγνυσιν, ὥσπερ τινὶ βρώματι ὑποκρύπτων τὸ ἄγκιστρον.
Οὕτω γὰρ ὁ θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προσλήμματι εἰκότως δελεασθήσεται.
Μετ' εὐχῆς γὰρ ὁρῶν ἐξαστράπτοντα, καὶ Μωϋσέως ἀνεμνήσθη δεδοξασμένου τὸ πρόσωπον.
Ἀλλὰ Μωϋσῆς μὲν ἔξωθεν τῆς δόξης προσγινομένης δεδόξασται, ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐπίκτητον ἔσχε τὸ τῆς δόξης ὡράϊσμα, ἀλλ' ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης λαμπρότητος.
Ἀλλὰ τίς ἡ ἐπίκλησις, ὁ προφήτης Δαβὶδ διδασκέτω σε, οὕτω σαφῶς προσφθεγγόμενος·
Αὐτὸς ἐπικαλέσεταί με·
Πατήρ μου εἶ σὺ, Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου.
Πατὴρ μὲν ὡς Θεοῦ καὶ Υἱοῦ πρὸ αἰώνων, καὶ τῆς οὐσίας ἐκλάμψαντος τοῦ γεννήτορος·
Θεὸς δὲ καὶ ἀντιλήπτωρ τῆς σωτηρίας, ὡς σαρκωθέντος, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῷ φύσιν ἀνακαινίζοντος, καὶ πρὸς τὸ ἀρχαῖον κάλλος ἀναβιβάζοντος τῆς εἰκόνος, καὶ τὸ κοινὸν φέροντος ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος πρόσωπον.
Διὸ καὶ ἐπήγαγε·
Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.
Πρωτότοκος γὰρ ἐν πολλοῖς ἀδελφοῖς ἐχρημάτισεν, ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς σαρκός τε καὶ αἵματος.
Ὡς Θεὸς μὲν Λόγος·
Υἱὸς ἀεὶ ὢν, οὐκ ἐγένετο ὕστερον·
ὡς ἄνθρωπος δὲ, καὶ ὕστερον γεγονέναι λέγεται, ἵνα μείνῃ ἄτρεπτον ἐν ἑαυτῷ τὸ τῆς υἱότητος ἴδιον.
Αὐτὸς γὰρ σὰρξ γενόμενος, τῆς σαρκὸς Υἱοῦ Θεοῦ γενομένης ἐξ ἄκρας ὑπάρξεως διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, αὐτὸς τοῦτο γεγενῆσθαι λέγεται, ὢν μὲν θεϊκῶς, γενόμενος ὡς ἄνθρωπος.
Ἐν ὄρει τοίνυν Θαβὼρ τοὺς ἐν ὕψει τῶν ἀρετῶν διαπρέποντας παραλαβὼν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν.
Ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται, ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων τῇ ἀστραπῇ τῆς θεότητος.
Ἀνάρχως μὲν γὰρ ἐκ Πατρὸς γεννηθεὶς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδ' αὖ τὴν δόξαν προσλαμβανόμενος.
Ἐκ Πατρὸς μὲν γὰρ, ἀλλ' ἀνάρχως καὶ ἀχρόνως ἐστὶ, τὴν οἰκείαν κεκτημένος τῆς δόξης τὴν λαμπρότητα·
καὶ σαρκωθεὶς ὁ Αὐτός ἐστιν, ἐν τῷ Αὐτῷ μένων τῆς θείας φανότητος.
Καὶ δοξάζεται μὲν ἡ σὰρξ ἅμα τῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγῇ, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος λέγεται.
Εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο Χριστὸς, τῷ Πατρὶ ὁμοούσιος, καὶ ἡμῖν συμφυὴς καὶ ὁμόφυλος.
Εἰ καὶ τοίνυν οὐδέποτε τὸ σῶμα τὸ ἅγιον ἀμέτοχον τῆς θείας δόξης ὑφέστηκεν, ἀλλ' ἐξ ἄκρας ἑνώσεως τῆς καθ' ὑπόστασιν τὴν δόξαν τῆς ἀοράτου θεότητος τελείως πεπλούτηκεν, ὡς μίαν καὶ τὴν αὐτὴν εἶναι δόξαν τοῦ Λόγου καὶ τῆς σαρκὸς, ἀλλ' ἀφανὴς ἡ δόξα ὑπάρχουσα τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα, τῆς σαρκὸς δεσμίοις ἀόρατος ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, ἀλλ' ὃπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα, καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας.
Καὶ τοῦτό ἐστι τὸ, Μετεμορφώθη ἔμπροσθεν αὐτῶν.
Μένων γὰρ Αὐτὸς ἐν ταυτότητι, παρ' ὃ τὸ πρὶν ἐφαίνετο, ἕτερον νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος.
Καὶ ἔλαμψε τὸ πρόσωπον Αὐτοῦ ὡς ἥλιος, τοῦ τὸν ἥλιον ἐξουσίᾳ πολλῇ δᾳδουχήσαντος·
τοῦ τὸ φῶς τὸ πρὸ ἡλίου κτίσαντος, καὶ φωστῆρα τὸν ἥλιον φωτὸς δοχεῖον τεκτῃναμένου μετέπειτα.
Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, τὸ ἐξ ἀληθινοῦ καὶ ἀΰλου φωτὸς ἀϊδίως γεννώμενον, ὁ ἐκ Πατρὸς ἐνυπόστατος Λόγος, τὸ τῆς δόξης ἀπαύγασμα, ὁ φυσικὸς χαρακτὴρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως τούτου τὸ πρόσωπον ἔλαμψε.
Τί φῆς, ὦ εὐαγγελιστά;
τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα;
τί παρατιθεῖς καὶ παραβάλλεις τὰ ὄντως ἀπαράβλητα;
Ὁ Δεσπότης ὡς οἰκέτης ἔλαμψε;
Τὸ ἀφόρητον καὶ ἀπρόσιτον φῶς, ὡς οὗτος ὁ ὑπὸ πάντων ἐξήστραψε καθορώμενος ἥλιος;
Ἀλλ' οὐ παραβάλλω, φησὶν, οὐδὲ συγκρίνω τὸ μόνον μονογενὲς, καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης τὸ ἀπαύγασμα, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὅ τι κάλλιστόν ἐστι καὶ λαμπρότατον, πρὸς παράδειγμα φέρω, οὐ πάντως ὁμοιότατον·
ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι·
ἀλλ' ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι' ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ' ἑαυτοῦ μένοντος τὸ φῶς πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν, οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὢν καὶ ἀπρόσιτον, ἐν χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστιν ἥλιος δικαιοσύνης, εἷς Χριστὸς, ἐν δύο ἀδιαιρέτως ταῖς φύσεσι γνωριζόμενος.
Ἔστι μὲν οὖν τὸ μὲν σῶμα τὸ ἅγιον περιγραπτόν.
Οὐ γὰρ ἐν Θαβὼρ ἱστάμενον, ἔξω τοῦ ὄρους ἐφικνεῖτο·
ἡ δὲ θεότης ἀχώρητος, ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα.
Καὶ τὸ σῶμα λάμπει ὡς ὁ ἥλιος·
τοῦ γὰρ σώματος τοῦ φωτὸς ἡ ἔκλαμψις γέγονε.
Κοινὰ γὰρ πάντα τῆς ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τῆς ἀπεριγράπτου θεότητος·
ἕτερον δὲ τὸ ἐξ οὗ κοινὰ τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον ἐξ οὗ κοινὰ τὰ πάθη γνωρίζεται.
Ἐκνικᾷ δὲ τὸ θεῖον, καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον.
Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·
οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερον, ἀλλ' ὅσον ἐχώρουν καθορᾷν οἱ βλέποντες.
Πῶς γὰρ, εἰ πᾶσαν ὑπέδειξεν τὴν τῆς δόξης φανότητα, οὐκ ἂν κατεφλέχθησαν;
Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος.
Ὅπερ γὰρ ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός.
Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς.
Ὥσπερ ἕτερον μὲν ὁ ἥλιος·
πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι τρανῶς μὴ δυνάμενος·
ἕτερον δὲ τὸ φῶς τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον·
ὁρᾶται γὰρ καὶ προσβλέπεται Θεοῦ σοφίας καὶ φιλανθρωπίας ἐνεργείᾳ, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν·
οὕτω τὸ μὲν πρόσωπον λάμπει τρανότατον ὡς ὁ ἥλιος, ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα.
Τούτων οὕτως τελουμένων, ὡς ἂν δειχθείη παλαιᾶς, καὶ καινῆς διαθήκης Κύριος, καὶ τῶν αἱρετικῶν ὧνπερ τάφος ἀνεῳγμένος οἱ λάρυγγες, ἐμφραχθείη τὰ στόματα, καὶ πιστευθείη νεκρῶν ἀναβίωσις, ζώντων δὲ καὶ νεκρῶν πιστευθείη Δεσπότης ὁ πρὸς Πατρὸς μαρτυρούμενος, Μωσῆς καὶ Ἠλίας ὡς δοῦλοι Δεσπότῃ ἐν δόξῃ παρίστανται, καὶ τούτῳ συλλαλοῦντες τοῖς συνδούλοις ὀπτάνονται.
Ἔδει γὰρ αὐτοὺς τῶν ὁμοδούλων μὲν, Θεοῦ δὲ θεραπόντων τὴν δόξαν καὶ παῤῥησίαν ἑωρακότας, ἐκπλαγῆναι μὲν τὴν τοῦ Δεσπότου φιλάνθρωπον συγκατάβασιν, ζηλῶσαι δὲ πλέον, καὶ νευρωθῆναι πρὸς τοὺς ἀγῶνας.
Ὁ γὰρ τῶν πόνων τὰς ἐπικαρπίας εἰδὼς, ῥᾷστα ἂν τῶν ἀγώνων κατατολμήσειεν.
Ἡ γὰρ τοῦ κέρδους ἐπιθυμία ἐνάγειν οἶδε πρὸς ἀφειδίαν τοῦ σώματος.
Ὥσπερ γὰρ στρατιῶται, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι σὺν πολλῇ τῇ προθυμίᾳ τῶν πόνων ἀντιλαμβάνονται, καὶ πελαγίου κατατολμῶσι κλυδῶνος, καὶ θηρῶν, καὶ πειρατῶν οὐκ ἀλέγουσιν, ὡς ἂν τοῦ ποθουμένου κερδήματος τύχωσι, καὶ ὅσῳ τοὺς προμοχθήσαντας ἐντρυφῶντας ὁρῶσι τοῖς κέρδεσι, πολλῷ πλέον πρὸς τὴν τῶν πόνων ὑπομονὴν παραθήγονται·
οὕτω καὶ οἱ πνευματικοὶ τοῦ Δεσπότου ὑπασπισταὶ, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι, οὐ γηΐνων κερδῶν ἐφιέμενοι, οὐδὲ ῥεόντων καλῶν ὀρεγόμενοι, ὅταν τὰ ἐν ἐλπίσι κείμενα αὐταῖς ὄψεσι θεάσονται, καὶ τοὺς προπεπονηκότας τῶν ἐλπιζομένων ἀγαθῶν τῆς χλιδῆς ἐναπολαύοντας, ἐκθυμότερόν πως πρὸς τοὺς ἀγῶνας σταλήσονται, οὐκ ἀνθρώποις παρατασσόμενοι, οὐδὲ ἀέρα δέροντες, οὐδὲ βόας ἀροτῆρας ὑπὸ ζυγὸν ἄγοντες, καὶ τούτοις γῆς τοὺς αὔλακας τέμνοντες, οὐδὲ θαλαττίων πελαγῶν σάλον πλέοντες, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ἀνταγωνιζόμενοι, καὶ τὸ τύπτεσθαι χαίροντες, καὶ τὸ γυμνοῦσθαι πλοῦτον ἀθροίζοντες, καὶ ταῖς τοῦ κόσμου τρικυμίαις, καὶ τοῖς ταύτας κινοῦσιν τῆς πονηρίας πνεύμασι τὸ τοῦ σταυροῦ πηδάλιον παραβαλλόμενοι, καὶ θῆρας ὥσπερ ὠρυομένους τε καὶ ἁρπάζοντας τῇ δυνάμει τοῦ Πνεύματος ἀπελαύνοντες, καὶ ταῖς ἀνθρώπων καρδίαις, ὥσπερ τισὶν αὔλαξι τὸν λόγον τῆς εὐσεβείας ἐνσπείροντες, καὶ πολύχουν τῷ Δεσπότῃ τὸν στάχυν προσαμώμενοι Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Τότε Μωσῆς μὲν, οἷα εἰκὸς, ἀπεφθέγξατο.
Ἄκουε, νοητὲ Ἰσραὴλ, ἃ ὁ αἰσθητὸς Ἰσραὴλ οὐκ ἀκούειν δεδύνηται.
Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.
Εἷς γὰρ Θεὸς ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενος.
Μία γὰρ οὐσία θεότητος τοῦ μαρτυροῦντος, καὶ τοῦ μαρτυρουμένου Υἱοῦ, καὶ τοῦ ἐπισκιάζοντος Πνεύματος.
Οὗτός ἐστιν ὁ ὑπὸ Πατρὸς νῦν μαρτυρούμενος, ἡ τῶν ἀνθρώπων ζωή.
Ταύτην ἐπὶ ξύλου κρεμαμένην οἱ ἀγνώμονες ὄψονται, καὶ τῇ ζωῇ αὐτῶν οὐ πιστεύσουσιν.
Ἐντεῦθεν Ἠλίας τε ἀντέφησεν·
Οὗτός ἐστιν, ὃν ὡς ἐν λεπτῇ αὔρᾳ τῷ πνεύματι ἀσώματον τὸ πάλαι τεθέαμαι.
Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καθὸ πέφυκε φύσεως.
Καὶ ὃ δὲ ἑώρακε, ἐν πνεύματι τοῦτο τεθέαται.
Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε.
Οὕτως ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος.
Τί δὲ ὁ Πέτρος τῆς θείας ταύτης ἀποκαλύψεως θεατὴς γενόμενος;
Ὥσπερ ἔνθους τῷ πνεύματι, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, τῷ Κυρίῳ ἔφησε.
Τίς γὰρ ζόφον φωτὸς ἀνταλλάσσεται;
Ὁρᾶτε τὸν ἥλιον τοῦτον ὡς καλὸς, ὡς ὡραῖος, ὡς ἡδὺς, ὡς ποθεινὸς, ὡς ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωὴν ὡς γλυκεῖά τε καὶ ἐπέραστος, ἧς πάντες ἀντέχονται, καὶ πάντα δρῶσιν ὡς ἂν ταύτης μὴ ἀστοχῆσαι·
πόσῳ μᾶλλον δοκεῖτε αὐτὸ φῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωὴν, ἐξ ἧς ζωὴ ἅπασα ζωοῦται, καὶ μεταδίδοται, ἐν ᾗ πάντες ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν;
πόσῳ πλέον ἐρασμιώτερον καὶ ἡδύτερον;
Οὐχ ὅλως ἐπιθυμία, οὐκ ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα.
Νικᾷ σύγκρισιν πᾶσαν, καὶ μέτροις οὐχ ὑπερβάλλεται.
Πῶς γὰρ ἂν μετρηθείη τὸ ἀπερίγραπτον, καὶ διανοίαις αὐταῖς τὸ ἀπερίληπτον;
Τοῦτο τὸ φῶς κατὰ πάσης τῆς φύσεως ἔχει τὰ νικητήρια.
Αὕτη ἡ ζωὴ, ἡ τὸν κόσμον νικήσασα·
πῶς οὖν οὐ καλὸν τοῦ καλοῦ μὴ χωρίζεσθαι;
Οὐκ ἀτόπως οὖν ὁ Πέτρος ἐφθέγξατο·
ἀλλ' ἐπεὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὁ Σολομῶν ἀπεφθέγξατο·
ἔδει δὲ μὴ μόνον τοῖς αὐτόθι τὸ καλὸν περικλείεσθαι, ἀλλ' ἐπὶ πάντας, δηλαδὴ τοὺς πιστεύοντας, χεθῆναι καὶ ὁδεῦσαι τὸ ἀγαθὸν, ὡς πλείονας εἶναι τοὺς τῆς εὐεργεσίας μεθέξοντας·
τοῦτο δὲ σταυρὸς, καὶ πάθος, καὶ θάνατος ἐκπεραίνειν ἔμελλεν, οὐ καλὸν μένειν αὐτόθι τὸν τῷ ἰδίῳ αἵματι πλάσμα τὸ οἰκεῖον ἐξαγοράσοντα, ἐφ' ᾧ καὶ σεσάρκωτο.
Εἰ ἐν ὄρει Θαβὼρ μεμενήκατε, οὐκ ἂν εἰς πέρας ἡ πρὸς σὲ ἐπαγγελία ἐκβέβηκεν.
Οὐ γὰρ κλειδοῦχος τῆς βασιλείας γεγένησο·
οὐκ ἂν λῃστῇ ἠνέῳκτο ὁ παράδεισος·
οὐκ ἂν ἡ γαυρὸς τυραννὶς τοῦ θανάτου κατήργητο·
οὐκ ἂν εἰς προνομὴν τὰ τοῦ ᾅδου βασίλεια δέδοτο·
οὐκ ἂν πατριάρχαι, καὶ προφῆται, καὶ δίκαιοι τῶν ᾅδου μυχῶν ἀπηλλάγησαν·
οὐκ ἂν ἡ φύσις τὴν ἀφθαρσίαν περιβέβλητο.
Εἰ Ἀδὰμ μὴ πρὸ καιροῦ τὴν θέωσιν ἐπεζήτησεν, ἔτυχεν ἂν τῆς ἐφέσεως.
Μὴ ζήτει πρὸ καιροῦ τὰ καλὰ, ὦ Πέτρε.
Ἔσται ποτὲ, ὅταν ἄληκτον τὴν θέαν ταύτην κομίσαιο.
Οὐ σκηνῶν ὁ Δεσπότης, ἀλλ' Ἐκκλησίας παγκοσμίου κατέστησέ σε κοσμήτορα.
Οἱ σοὶ μαθηταὶ, τὰ σὰ πρόβατα, ἅ σοι ὁ καλὸς ἀρχιποίμην ἐνεχείρισε, τοὺς σοὺς λόγους εἰς ἔργον προήγαγον, τῷ Χριστῷ σκηνὴν τεκτῃνάμενοι, Μωϋσῇ τε καὶ Ἠλίᾳ τοῖς τούτου θεράπουσι, ἐν οἷς πανηγυρίζομεν.
Οὐ λογισμῷ ταῦτα ὁ Πέτρος ἐφθέγγετο, ἐπιπνοίᾳ δὲ τοῦ τὰ μέλλοντα προθεσπίζοντος Πνεύματος.
Μὴ εἰδὼς γὰρ ὃ λέγει, φησὶν ὁ Λουκᾶς ὁ θειότατος.
Καὶ τὴν αἰτίαν δὲ ὁ Μάρκος προστίθησιν·
Ἦσαν γὰρ, φησὶν, ἔκφοβοι.
Ταῦτα φθεγγομένου τοῦ Σίμωνος, Ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασε, καὶ φόβῳ οἱ μαθηταὶ συνεσχέθησαν μείζονι, Ἰησοῦν τὸν Σωτῆρα, σὺν Μωϋσῇ καὶ Ἠλίᾳ, εἴσω τῆς νεφέλης γεγονότα θεώμενοι.
Πάλαι μὲν οὖν ὁ θεόπτης τὸν θεῖον γνόφον ὑπήρχετο, τὸ σκιῶδες τοῦ νόμου ὑπαινιττόμενος.
Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων, οὐκ αὐτὴν τὴν ἀλήθειαν, Παύλου γράφοντος ἄκουσον.
Καὶ τότε μὲν Ἰσραὴλ οὐκ ἀτενίζειν τῇ δόξῃ τοῦ προσώπου Μωσέως τῇ καταργουμένῃ δεδύνητο·
ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενοι μείζονα, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
Ἐντεῦθεν καὶ νεφέλη, οὐ γνόφου·
οὐ γὰρ ἀπείλει·
ἀλλὰ φωτὸς ἐπεσκίασε.
Τὸ κεκρυμμένον γὰρ ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν μυστήριον ἐκκεκάλυπται, καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται.
Διὸ δὴ καὶ Μωϋσῆς σὺν Ἠλίᾳ παρέστηκε, νόμου τε καὶ προφητῶν πληροῦντες τὸ πρόσωπον.
Ὃν γὰρ ὁ νόμος καὶ οἱ προφῆται κηρύττουσιν, οὗτος ὁ ζωοδότης Ἰησοῦς εὕρηται.
Καὶ Μωϋσῆς μὲν τῶν πάλαι κεκοιμημένων ἁγίων, καὶ Ἠλίας τῶν ζώντων ἐξεικονίζει τὸ σύστημα.
Ζώντων γὰρ καὶ θανόντων ὁ μεταμορφούμενος Κύριος.
Εἰσῆλθε Μωϋσῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας·
Ἰησοῦς γὰρ αὐτὸν ὁ κληροδότης εἰσήγαγε·
καὶ ἃ πάλαι τυπικῶς ἐθεάσατο, ἀριδήλως αὐγάζεται σήμερον.
Τοῦτο γὰρ τὸ φωταυγὲς τῆς νεφέλης αἰνίττεται.
Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.
Φωνὴ Πατρὸς ἐκ νεφέλης τοῦ Πνεύματος γέγονεν·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·
οὗτος ὁ ὢν, καὶ ὁρώμενος ἄνθρωπος, ὁ χθὲς γενόμενος ἄνθρωπος, ὁ ταπεινὸς ἡμῖν συναναστρεφόμενος, οὗ νῦν τὸ πρόσωπον ἔλαμψεν·
οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ὁ προαιώνιος, ὁ μόνος ἐκ μόνου μονογενὴς, ὁ ἀχρόνως καὶ ἀϊδίως προελθὼν ἐξ ἐμοῦ τοῦ γεννήτορος, ὁ ἐξ ἐμοῦ, καὶ ἐν ἐμοὶ, καὶ σὺν ἐμοὶ, ἀεὶ ὢν, καὶ οὐκ ἐφυστερίζων τὴν ὕπαρξιν.
Ἐξ ἐμοῦ, ὡς ἐκ πατρικοῦ αἰτίου ἐκ τῆς ἐμῆς γεννηθεὶς οὐσίας καὶ ὑποστάσεως·
διὸ καὶ ὁμοούσιος·
ἐν ἐμοὶ, ὡς ἀχωρίστως καὶ ἀνεκφοιτήτως γεννώμενος·
σὺν ἐμοὶ, ὡς αὐτοτελὴς ὑπάρχων ὑπόστασις, οὐ προφορικὸς λόγος εἰς ἀέρα χεόμενος·
διὸ καὶ ἀγαπητός.
Τίς γὰρ υἱὸς ἀγαπητὸς, ὡς ὁ μονογενής;
Ἐν τούτῳ ηὐδόκησα.
Εὐδοκίᾳ γὰρ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ καὶ Λόγος σεσάρκωται·
εὐδοκίᾳ γὰρ Πατρὸς ἐν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ τὴν παγκόσμιον σωτηρίαν εἰργάσατο·
εὐδοκία Πατρὸς ἐν τῷ μονογενεῖ Υἱῷ τὴν τῶν ἁπάντων συνάφειαν συνεκρότησεν.
Εἰ γὰρ μικρὸς κόσμος ὁ ἄνθρωπος πέφυκε, φέρων ἐν ἑαυτῷ πάσης οὐσίας ὁρατῆς τε καὶ ἀοράτου τὸν σύνδεσμον, ὤν τε τοῦτο κἀκεῖνο, ἀληθῶς εὐδόκησεν ὁ τῶν ἁπάντων δεσπότης, καὶ κτιστὴς, καὶ πρύτανις ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ Υἱῷ αὐτοῦ, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ διὰ ταύτης, τῆς κτίσεως ἁπάσης γενέσθαι συνάφειαν, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.
Οὗτός ἐστιν ὁ Υἱός μου, τὸ τῆς ἐμῆς δόξης ἀπαύγασμα, ὁ χαρακτὴρ τῆς ἐμῆς ὑποστάσεως, δι' οὗ καὶ τοὺς ἀγγέλους πεποίημαι, δι' οὗ ὁ οὐρανὸς ἐστερέωται, καὶ ἡ γῆ ἥδρασται·
ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ ζωαρχικῷ καὶ ἡγεμονικῷ δηλαδὴ πνεύματι.
Αὐτοῦ ἀκούετε.
Ὁ γὰρ τοῦτον δεχόμενος, ἐμὲ δέχεται, τὸν ἀποστείλαντα, οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς.
Ὡς μὲν γὰρ ἄνθρωπος ἀποστέλλεται, ὡς δὲ Θεὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
Ὁ μὴ τιμῶν τὸν μονογενῆ μου Υἱὸν καὶ ἀγαπητὸν, οὐ τιμᾷ τὸν Πατέρα, ἐμὲ τὸν πέμψαντα αὐτόν.
Αὐτοῦ ἀκούετε·
ἔχει γὰρ ζωῆς αἰωνίου ῥήματα.
Τοῦτο τῶν τελουμένων συμπέρασμα, αὕτη τοῦ μυστηρίου ἡ δύναμις.
Εἶτα τί;
Μωσῆν καὶ Ἠλίαν πρὸς τοὺς οἰκείους τόπους ἐξέπεμψε, καὶ μόνοις τοῖς ἀποστόλοις ὀπτάνεται, καὶ οὕτως ἐκ τοῦ ὄρους κατίασι, μηδενὶ μηδὲν τῶν ὁραθέντων ἢ ἀκουσθέντων φθεγγόμενοι.
Τοῦτο γὰρ ὁ Δεσπότης ἐντέλλεται.
Τίνος ἕνεκεν, καί του γε χάριν, ἐρῶ.
Ἀτελεῖς, οἶμαι, τοὺς μαθητὰς ἐπιστάμενος·
οὔπω γὰρ τῆς τελείας τοῦ Πνεύματος μεθέξεως τετυχήκασιν·
ὡς ἂν ἡ λύπη μὴ τὰς τούτων καρδίας πληρώσειεν·
ὡς ἂν μὴ τὸν προδότην ἡ φθόνου λύσσα ἐκμήνειε.
Φέρε τοίνυν καὶ ἡμεῖς τῶν λόγων τῇ ὑποθέσει συγκαταπαύσωμεν.

Ὑμεῖς δὲ τῶν λελεγμένων ἀεὶ μνημονεύοιτε, ἐγκαρδίως φέροντες τῆς θείας ἐκείνης τὴν ὡραιότητα, τῇ πατρικῇ φωνῇ ἀεὶ ἐνηχούμενοι, Οὗτός ἐστιν οὐ δοῦλος, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' Υἱός μου ὁ ἀγαπητὸς, Αὐτοῦ ἀκούετε.
Ἀκούσωμεν Αὐτοῦ τοιγαροῦν λέγοντος·
Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου.
Οὐ φονεύσεις·
ἀλλ' οὐδὲ ὀργισθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ διαλλάγηθί τε τῷ ἀδελφῷ σου πρότερον, καὶ οὕτως ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
Οὐ μοιχεύσεις·
ἀλλ' οὐδὲ περιεργάσῃ κάλλος ἀλλότριον.
Οὐκ ἐπιορκήσεις·
ἀλλ' οὐδὲ ὀμόσεις ὅλως·
ἔσται δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὐ, οὔ·
τὸ δὲ περισσὸν τοῦ πονηροῦ εὕρημά ἐστιν.
Οὐ ψευδομαρτυρήσεις.
Οὐκ ἀποστερήσεις·
ἀλλὰ καὶ τὸ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀπόστρεφε, καὶ τὸν τὰ σὰ αἴροντα μὴ κωλύσῃς.
Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων.
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τέλειοι καὶ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.

Ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας Αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς Αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γεύσεως, νῦν μὲν ὅσον ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα δὲ τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὅταν ἀπαλλαγέντες τῶν ἀναγκῶν τοῦ σώματος, ὡς ἄγγελοι σὺν Κυρίῳ ἄφθαρτοι ἔσονται, ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: