Mὴ παρίδῃς με τὸν ἀνάξιον

Μὴ δὴ μακρύνῃς ἀπἐμοῦ τὴν σὴν προστασίαν, ἀλλἐπικούρει, καὶ σκέπε, καὶ περίσῳζε διὰ παντός· τέρπεται γὰρ ταῖς αἰτήσεσί σου μονογενής σου Υἱός· ὑπόχρεων ἔχεις αὐτὸν εἰπόντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ πολλῷ μᾶλλον αὐτὸς ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν, κατὰ τὸ ἴδιον δόγμα, σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαίρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκπληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν ἀνάξιον· μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος.

Δεν υπάρχουν σχόλια: